Ancient Greek
O.Kellis 143 Ro
Documentary Papyri, O.Kellis 143outer
Not analysed yet
κυρίῳ μου ἀδελφῶι Φαυστιανῷ Ψάις πλεῖστα χαίρειν. ἔπεμψά σοι ἐχθὲς γλεύκους κεράμια ν καὶ διὰ Νεπῶτος γεωργοῦ κεράμια δ. λοιπὰ κεράμια η κεῖται. γίνεται ἐπὶ τὸ αὐτὸ κεράμια ξβ. ἐρρῶσθαί σε εὔχομαι, κύριέ μου ἄδελφε, πολλοῖς χρόνοις.