Ancient Greek
O.Kellis 145
Documentary Papyri, O.Kellis 145
Not analysed yet
Αὐρήλιοι Ὧρος Εὐδαίμονος καὶ Ψάις κεραμεὺς ἱερεὺς ἱεροῦ Τιθοέους Θεοῦ μεγίστου Κέλλεως ἀμφότεροι ἀπὸ τῆς αὐτῆς χαίρειν. ὁμολογοῦμεν διὰ ταύτης τῆς στάσεως ἀγοράσαντες κοινῶς δάμαλιν μελανόχρουν δραχμῶν ἑκατὸν εἴκοσι καὶ ἐάσαντες παρὰ τῷ αὐτῷ Ὥρῳ Εὐδαίμονος ἐφʼ ἡμισείας κατὰ τὸ ἔθος πρὸς τὰς προκειμένας ἀργυρίου παλαιοῦ Τραιανοῦ καὶ Ἀντωνίνου δραχμὰς ἑκατὸν εἴκοσι καὶ ἐπερωτηθέντες ὡμολογήσαμεν. ἔτους ια καὶ ἔτους ι καὶ ἔτους γ Τῦβι γ κατʼ ἀρχαίους.