Ancient Greek
O.Kellis 26
Documentary Papyri, O.Kellis 26
Not analysed yet
ιδ ἔτους Ἐπείφ· διέγραψαν ὑπὲρ τοῦ κελευσθέντος ἀπαιτηθῆναι ἰσοφορίου Τιθοῆς Βησᾶτος Πλουτογένους καὶ Ὧρος ἀδελφὸς δραχμὰς ὀγδοήκοντα, γίνονται δραχμαὶ π. Ἔγραψεν Αὐρήλιος Ἄριος ὁ καὶ Διόγνητος ἄρξας δεκάπρωτος διʼ ἐμοῦ Αὐρηλίου Ἀπολλῶ τοῦ καὶ Χαρῆτος ἀποσυσταθέντος πρὸς μόνην τὴν τοῦ ἰσοφορίου ἀπαίτησιν. Αὐρήλιος Σαραπίων ὁ καὶ Μακάριος σεσημείωμαι χωρὶς προκρίματος.