Ancient Greek
O.Krok. 1 18
Documentary Papyri, O.Krok. 1 18
Not analysed yet
Αὐλῆνος Καπίτωνι τῶι ἀδελφῷ χαίρειν. καλῶς ποιήσεις δοὺς Τιθοῆτι κριθῆς μάτια δύο ἥμισυ καὶ ἀχύρου μνᾶς δέκα ἐπεὶ ηὗρον βαστάζοντα αὐτὰ εἰς Κορκοδίλων καὶ εἶπα αὐτῷ· ἐγὼ γράψω Καπίτωνι τῷ φίλῳ ἵνα σοι δοῖ ἐκεῖ· καὶ γράψον μοι τίνι θέλεις δῶ ὧδε καὶ ἔσῃ μοι μεγάλην χάριτα ποιῶν· ἀσπάζου τούς σε φιλοῦντας πάντας · μὴ ἄλλως ποιήσῃς. ἔρρωσο. Ἁθυρ β.