Ancient Greek
O.Krok. 1 72
Documentary Papyri, O.Krok. 1 72
Not analysed yet
Ἀπελλᾶς Λουκρητίῳ τῷ τιμιωτάτῳ χαίρειν. πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν μετὰ τοῦ ἀβασκάντου σου ἵππου. ἐρωτηθείς, ἄδελφε, πέμψεις μοι διὰ Κρινολάου ἢ Λονγείνου τὸν τιππον εἰς σφενδόνην ἵνα ἀρκεσθῇ· ἀσπάζου Κάσσιν καὶ Σεραπίονα.