Ancient Greek
O.Krok. 1 96
Documentary Papyri, O.Krok. 1 96
Not analysed yet
Κασσιανὸς Ἀνθεστίῳ τῷ ἀδελφῷ πλεῖστα χαίρειν. ἄδελφε, μὴ μέμφου με· λάχανα οὐκ ἔνι ὧδε· ἐρεῖ σοι καὶ Πρῖσκος· οὐκ ἦν γὰρ μέγα πρᾶγμα πέμψαι. πρὸ πάντων γράφε μοι περὶ τῆς σωτηρίας σου καὶ ἐάν τι καινότερον ἀκούσῃς περὶ τῶν σουκεσσόρων γράψεις μοι. περὶ ὧν ἐὰν θέλῃς γράψον μοι καὶ ἡδέως ποιήσω. ἔρρωσο.