Ancient Greek
O.Krok. 1 98
Documentary Papyri, O.Krok. 1 98
Not analysed yet
Δεκιναις Καικεισα τῷ ἀδελφῷ χαίρειν. ἀσπάζου Ζουτουλα καὶ Πουριδουρ. ἐρωτῶ σε, Καικισα, σκύλητι πρὸς ἐμὲ ἐπεὶ χρείαν σου ἔχω· ἐρωτῶ σε, ἔρχου ὡς πρὸς ἐμέ· ἐγὼ ἤκουσα ὅτι πάντες οἱ Δάκες ὑπάγουσιν μετὰ τοῦ ἡγεμόνος εἰς Ἀλεξάνδρειαν· ἐὰν εἰδῇς ὅτι ὑπάγουσιν εἰς Ἀλεξάνδρειαν, γράψον εἰς Κόπτον ἵνα ταχὺ ἀναβῇ. ἔρρωσο.