Ancient Greek
O.Krok. 2 153
Documentary Papyri, O.Krok. 2 153
Not analysed yet
Φιλοκλῆς Καππαρίῳ τῷ ἀδελφῷ καὶ Διδύμῃ ἀμφοτέροις πλεῖστα χαίρειν καὶ διὰ παντὸς ὑγιαίνειν. δώσεις Ἄμμωνι τῷ σοι φέροντι τὴν ἐπιστολὴν βύνι ἀρτάβας δύο. μὴ οὖν ἄλλως ποιήσῃς. ἔπεχε τὰ χοιρίδια καὶ πάντα τὰ εἰς οἶκον. ἀσπάζεται ὑμᾶς Ἡγεμονὶς καὶ Σκίψ. ἀσπάζου Ἀντωνᾶν τὸν κουράτορα καὶ Κλαύδιον καὶ Θερμουθᾶν. ἔρρωσο. …εηνπεκ ν…νονονοτεω ονεεπυμμ οοεωοηνις