Ancient Greek
O.Krok. 2 155
Documentary Papyri, O.Krok. 2 155
Not analysed yet
Φιλοκλῆς Καππαρίῳ καὶ Διδύμῃ ἀμφοτέροις 
 τοῖς ἀδελφοῖς πλεῖστα χαίρειν. παρακαλῶ ὑμᾶς ἐπέχειν μοῦ τῷ παιδίῳ καὶ τῇ μητρὶ αὐτῆς καὶ πάντων τῶν εἰ 
 ς οἶκον ὡς καὶ πάντοτε ἵνα καὶ τὸ νῦν οἶδας ὅτι οὐδένα ἔχομεν ἂν μή τι αὑτούς. νομίζω ὅτι ἐγὼ ἐκεῖ εἰμί. κόμισαι δεσμην κράμβης ἀπὸ Μαξίμου. ἀντιγράψετέ μοι περὶ ὧν γράφω Σκιφὶ εὐθέως. ἔρρωσο.