Ancient Greek
O.Krok. 2 177
Documentary Papyri, O.Krok. 2 177
Not analysed yet
Κάππαρις Φιλοκλῆτι χαίρειν. ἔπεμψας φάσιν ὧδέ τινι ὅτι “ἐάν τινος χρῄσῃ τὸ πραισίδιον γράψον μοι καὶ πέμψω σοι·” γράψον μοι μᾶλλον. ἃ ἔχω ὧδε, παραδώσω αὐτά. ἀρκεῖ ἃ πεποιήκατέ μοι ,σὺ καὶ αὐτός. ἔρρωσο.