Ancient Greek
O.Krok. 2 182
Documentary Papyri, O.Krok. 2 182
Not analysed yet
…Σωτᾶτι τῶι πατρὶ χαίρειν. γινώσκειν σε θέλω ὅτι μεμίσθωκα Πρόκλαν εἰς Σιμίου ἑξήκοντα δραχμῶν σὺν τῇ κουιντάνᾳ. γράψεις μοι οὖν ἐπιτροπικὴν …ἵνα ἰσχύσω περὶ αὐτῆς λαλῆσαι· καὶ ἐὰν ἔχῃς κιθῶνα, πέμψεις αὐτῇ ἐπὶ τὸν αὐτῆς παρέπαισεν …να ὡς σὸν ὧδε ἐχόνομα ἡ δὲ εἶχεν τὰ ἐμὰ ἐνδύσασθαι. καὶ γράψεις μοι διὰ τίνος σοι πέμψω τὸν χαλκόν. ἄσπασαι Ἀρριανόν. ἔρρωσο.