Ancient Greek
O.Krok. 2 187
Documentary Papyri, O.Krok. 2 187
Not analysed yet
Μένανδρος καὶ Δημητροῦς Διδύμῃ καὶ Καππάρει τοῖς ἀδελφοῖς ἀμφοτέροις χαίρειν. ὄχλος ἐστὶν ἄρτι ὧδε καὶ μονηστι πάντων ὧδε. καλῶς οὖν ποιήσεις ἐλθοῦσα μετὰ τοῦ κορασίου ὧδε καὶ χάριν ἐκείνου. ἀσπάζου Φιλωτέραν τὴν θυγατέρα σου πολλὰ καὶ Μάξιμον. κόμισαι δέσμην κράμβης …υφ… το ποιοτη… ἀσπάζου Ἡγεμονίδα τὴν θυγατέρα μου καὶ Σκνεὶψ καὶ Φιλοκλῆν. μελήσει σοι οὖν ἐλθεῖν ἵνα καὶ τὸ ὀρίγανον λάβῃς. ἐκομισάμην ἄρτους ε. ἔρρωσο.