Ancient Greek
O.Krok. 2 189
Documentary Papyri, O.Krok. 2 189
Not analysed yet
Μοντανὸς Καππάρει καὶ Διδύμῃ τοῖς ἀδελφοῖς χαίρειν. μετέλαβον παρὰ τοῦ ἱππέως ὅτι θέλει Διδύμη καταβῆναι εἰς Κόπτον καὶ λέγει ὅτι ἐγδέχεταί με. λοιπὸν οὖν, θεῶν θελόντων, ἐὰν τὰ καμήλια ἀναβῇ, εὐθέως καταβαίνω μεθ’ ὧν ἔχω χοιριδίων· ἑτοιμάσεις σὺ ἡμῖν ὑδάτιν ἵνα ἔχωμεν ποτίσαι. ἔπεμψα διὰ ὀνηλάτου κράμβης δέσμας β καὶ α συρμαδίων. κόμισαι διὰ τοῦ φέροντός σοι τὴν ἐπιστολὴν δέσμην κράμβης καὶ πιπερίδιον καὶ γλήχωνα ἔρρωσο. η