Ancient Greek
O.Krok. 2 206
Documentary Papyri, O.Krok. 2 206
Not analysed yet
Ἀντωνῖνος Κλήμεντι τῷ πατρὶ χαίρειν. ὡμολόγησα δραχμὰς β Ἑρμῆτι περὶ τῆς δελφακίδος καὶ οὐκ ἠθέλησε αὐτὸ ἆραι καὶ τοῖς ἄλλοις ὀνηλάταις καὶ οὐκ ἠθέλησαν ἆραι. ἔπεμψά σοι μάτια κριθῆς δ· τήρει μοι αὐτὰ ἕως ἔλθω. ἀσπάζου Σεκούνδαν καὶ Μυρινᾶν καὶ Παράμονον· ἐὰν μεθ’ ὑγιείας ἀναβῇ Μυρινᾶς ἀπὸ Κόπτου γράψεις μοι ἢ πέμψον μοι αὐτὸν ὧδε. ἔπεμψά σοι ξυλάρια δ. ἀσπάζου Ῥουφῖνον καὶ Τιθοσούηνον καὶ Μουκάδραλιν καὶ Φιλοκλῆν καὶ Ἡγεμονίδα. ἔρρωσο.