Ancient Greek
O.Krok. 2 208
Documentary Papyri, O.Krok. 2 208
Not analysed yet
Ἀντωνεῖνος Σεκούνδᾳ· ἕως ἄρτι ἐνόμισά σε γυναῖκα εἶναι. οὐκ εἶ δὲ γυνή· ὅλον τὸ πραισίδιον ἀγνωμονεῖν πεποίηκες. ἐγὼ ὅλως οὐκ αἰσχύνομαι ἐρχόμενος παρά σε, ἀπάρτι δὲ μέλλω αἰσχυνὴν ἔχειν χάριν τῆς δελφακίδος. ἐὰν μὴ ἔλθῃς ὧδε οὐ δίδωσι ἡμῖν αὐτήν. τὸ λυπὸν οἴσεις τὸ ἡμιαρτάβιον τῶν ἄρτων· μὴ πέμψεις μοι. ἔγραψα τοῦτο τὸ ὄστρακον ἀντὶ τοῦ μικροῦ.