Ancient Greek
O.Krok. 2 214
Documentary Papyri, O.Krok. 2 214
Not analysed yet
Πάνουρις Μαξίμῳ τῷ κυρίῳ καὶ ἀδελφῷ πλεῖστα χαίρειν. εἰ μὴ δι' ἐμοῦ εἰς τὸ πραισίδιον οὐδεὶς ἐμίσθου τὸ κοράσιν. ἐγὼ δὲ διεκόνησα τῷ κυρίῳ αὐτῆς ἵνα λάβῃ ἓξ στατῆρας. καὶ παρακέχρηταί μοι ὡς μὴ ἀνθρώπῳ. ἀποφέρω αὐτὴν ὅλην ὥραν πρὸς τὸν κουράτορα καὶ ἐσθίει καὶ πίνει, ἵνα εἴπῃ Ἀρίστων αὐτῇ ὅτι ὕπαγε, μετὰ Πανούριος κάθευδε. ἐγὼ τὰ ἐμὰ βίᾳ ποιῶ αὐτῇ. φιλεῖ τὸν Δάκα καὶ λέγει Ἀρίστονι ὅτι δὸς τῷ Δακὶ καὶ δέξαι χαλκόν. ἕνεκε τούτου παρακέχρηται μοι. Μαξίμῳ η… παρέλθη οι… ἔρχομεν…