Ancient Greek
O.Krok. 2 216
Documentary Papyri, O.Krok. 2 216
Not analysed yet
Πετρωνᾶς Ἀπολιναρίῳ καὶ Ἀντωνίῳ τοῖς ἀδελφοῖς πλεῖστα χαίρειν. πρὸ μὲν παντὸς ὑγιαίνειν. ὅλως οὔπω δεδύνασμαι ὑμῖν οὐδὲν παρασχεῖν. ἄν τινος χρείαν ἔχητε, ἢ φακοῦ ἢ ἐλαίου, πέμπετε ὡς παρὰ ἀδελφὸν ὑμῶν αὐτῶν, καὶ ἐμοῖ μελήσι δι’ ἁμαξῶν πέμπειν ὑμῖν. ἀσπάζου Τερέντιν καὶ πάντας τοὺς φιλοῦντας ὑμᾶς. ἔρρωσθε.