Ancient Greek
O.Krok. 2 218
Documentary Papyri, O.Krok. 2 218
Not analysed yet
Δίδυμος …ἀδελφῷ πλεῖστα χαίρειν. γινώσκειν σε θέλω ὅτι πεφόνευται μοῦ τὸ κοράσιν μέσον τῆς πορείας ἀπὸ Σαβίνου. ἤθελον προσελθεῖν τῷ δεκουρίωνι καὶ ἐπεὶ νὺξ ἦν οὐκ ἀφῆκέ με Δημητροῦς οὐδὲ Μένανδρος, μὴ πάλιν ἔλθῃ καὶ λόγους εὐθὺ λέγων ὅτι ὕβριν μοι πεποιήκασιν. γινώσκουσιν γὰρ ὅτι οὐδεὶς ἡμῶν αὐτὸν ἠδίκηκεν. ἦλθον ἵνα αὐτῷ λαλήσω καὶ ὕστερον ἐπὶ τῷ σκοπέλῳ παρακέχρηταί μοι λέγων ψωλόφαγε. γίνωσκε δὲ τὸ κοράσιν τὸν πόδα ἐξέκλασεν δερομένη ὑπ’ αὐτοῦ καὶ κατεσχάσται καὶ ἀργεῖ. οὐ δύναται ἐγερθῆναι ἐκ τοῦ κραβάττου. ἄσπασαι Μάξιμον καὶ Βεζανα καὶ Φρόντωναν ε… …ον…τα α… αὐτοῦ ερρ…