Ancient Greek
O.Krok. 2 274
Documentary Papyri, O.Krok. 2 274
Not analysed yet
Τιβεριάς Μαξίμῳ τῷ κυρίῳ καὶ ἀδελφῷ πλεῖστα χαίρειν· πρὸ μὲν πάντων εὔχομαί σε ὑγιαίνειν· πῶς, ἄδελφε, πέμψον μοι τὸ ἡμιαρτάβιον σίτου; ἂν μή τις θέλῃ ἆραι αὐτὸ πέμψον μοι δραχμὰς η ἵνα ἀγοράσω ἢ ἀποδῶ αὐτῷ δραχμὰς η· μόνον πέμψον μοι φάσιν ταχέως· καὶ τὰ μαρσίππια πέμψον μοι· καλῶς ποιήσεις ἂν ποιήσῃς λαγανία καὶ πέμψον μοι εἰς τὰ Ισιεῖα· ὅλως οὐδὲν ἀπὸ σεαυτοῦ οἶδας· ποιήσω τὰ κολοκύνθια· ἄσπασαι τοὺς φιλοῦντάς σε πάντας. ἔρρωσο. θ.