Ancient Greek
O.Krok. 2 278
Documentary Papyri, O.Krok. 2 278
Not analysed yet
Πρίσκος Μαξίμῳ …τῷ τιμιωτάτῳ χαίρειν· θέλω σε γνῶναι ὅτι ἐνήνοχέ μοι …ἀπὸ τῆς πατρίδος μοῦ · μελησάτω σοι τὸ λοιπὸν καὶ γράψεις μοι ἐπιστολὴν ὅτι ποῦ εἰσιν καὶ μὴ ὄκνει μοι γράψαι ἐπιστολήν· ἐὰν εὑρήσεις ὄνον ἐρχόμενον, ἔρχου καὶ σὺ μετ’ αὐτοῦ· πέμψον μοι κόριον μικρόν· κόμισαι παρὰ τοῦ φέροντος τὴς ἐπιστολὴς δέσμην ὠκίμου καὶ δέσμην κράμβης ἔρρωσο.