Ancient Greek
O.Krok. 2 288
Documentary Papyri, O.Krok. 2 288
Not analysed yet
Ἰσχυρᾶς Ζωσίμῃ καὶ Παραβόλῳ ἀμφοτέροις χαίρειν. πρὸ πάντων τὸ προσκύνημα ὑμῶν ποιῶ παρὰ τῇ Ἀθηνᾷ. καλῶς ποιήσεις γράψασά μοι τὰ περὶ σοῦ· ἐρωτῶ σε, κυρία, φύλαξόν μου τὰς ἐντολὰς ἅς σοι ἐνετειλάμην. πρὸ παντὸς χαῖρε, ὑγίαινε, κομψὴ γίνου πρὸ παντός. ἔπεμψά σοι κεφαλωτὰ κ· κόμισαι ληκύθιον μύρου καὶ τὰ κρόκια . ἔρρωσο. ἀσπάζου πάντας.