Ancient Greek
O.Krok. 2 293
Documentary Papyri, O.Krok. 2 293
Not analysed yet
Ἰσχυρᾶς Διδύμῃ καὶ Καππάρει χαίρειν. πρὸ πάντων καλῶς γένοιτο Μαξιμάτι ὅτι ἰδοῦσα σου τὴν σαπρίαν λουσαμένη μετὰ σοῦ εὐθέως ἐναυσίασε καὶ ἐξελθοῦσα πᾶσιν εἶπε τὴν περὶ σὲ σαπρίαν· γίνωσκε δὲ ὅτι Ζωσίμη οὐκ ἔστι σοι ὁμοία οὐδὲ εἴωθε καταλιπεῖν αὐτῆς τὸν ἄνδρα καὶ ἐπ’ ἀλλοτρίῳ ποιεῖν ὅ γε σὺ τῷ νέῳ …τοριν· οὐκὶ εἶπας αὐτῇ ὅτι μάμμα εἶ λύκων καὶ ἀδελφὴ Σιβύλλης; καὶ σεαυτῇ δοκεῖς ὅτι τὸ νεολόχιον· γινώσκειν σε θέλω ὅτι Κάππαρις ὁ υἱός σου ἔγραψέ μοι περὶ σοῦ πῶς σοι χρᾶται ὡς μητρὶ αὐτοῦ. ἔρρωσο.