Ancient Greek
O.Krok. 2 307
Documentary Papyri, O.Krok. 2 307
Not analysed yet
Ἰσχυρᾶς Βελλικῷ τῷ κυρίῳ πλεῖστα χαίρειν· πρὸ πάντων εὔχομαί σε ὑγιαίνειν· παρακαλῶ σε, κύριε, ἐπέχειν τῇ θρεπτῇ σου Ζωσίμῃ, ἐμῇ δὲ κυρίᾳ· οἶδας ὅτι ἐπετειλάμην σοι ἀκόνας πέμψαι· οὔπω ἐργασμένοι εἰσὶν οἱ σκληρουργοί· ἂν ἐργάσωνται εὐθύς σοι πέμψω. ἔρρωσο.