Ancient Greek
O.Krok. 2 309
Documentary Papyri, O.Krok. 2 309
Not analysed yet
Ἰσχυρᾶς Ζωσίμῃ χαίρειν. πρὸ πάντων εὔχομαι σε ὑγιαίνειν. μὴ ἄκουε ἀνθρώπων· ἐγὼ γὰρ οὐδὲν παρά τι ποιῶ. καλῶς ποιήσεις ποιήσασά μοι ἄρτων ἡμιαρτάβιον ὅτι ὁ κλίβανος πέπτωκε καὶ πεινῶμεν· ἀθήραν ἔσθομεν. ἀσπάζου Παράβολον. ἔρρωσο.