Ancient Greek
O.Krok. 2 316
Documentary Papyri, O.Krok. 2 316
Not analysed yet
Ἰσχυρᾶς Παραβόλῳ χαίρειν. πρὸ πάντων τὸ προςκύνημά σου ποιῶ παρὰ τοῖς θεοῖς πᾶσι. γράφεις μοι περὶ δελφακίου· ἐμέλησέ μοι διαλέξαι σοι τὸ κάλλιον· λοιπὸν πῶς αὐτό σοι ἐπιθῶ οὐκ οἶδα· ἂν θέλῃς, ἐρώτησόν τινα καὶ ἀρεῖ σοι αὐτό· περὶ δὲ τοῦ χαλκοῦ τοῦ σίτου γράψον μοι πόσον σοι πέμψω ἢ ὅτι ἂν ἔρχηται Ζωσίμη, οἴσει ἐρχομένη μετὰ τῆς πορείας· ἂν δὲ ἄρτι θέλῃς, γράψον πόσον καὶ πέμψω σοι· κόμισαι τ…σσα… …κ…ους β̅ καὶ μελησάτω σοι περὶ ἄρτων ε καὶ γραμ… περὶ τῶν ἐργυφίων …η… …ἔρρωσο. …ἀσπάζου πάντας.