Ancient Greek
O.Krok. 2 322
Documentary Papyri, O.Krok. 2 322
Not analysed yet
Ἰσχυρᾶς Ῥουφίνῳ χαίρειν. πρὸ πάντων εὔχομαί σε ὑγιαίνειν μετὰ τοῦ ἀβασκάντου σου ἵππου. καλῶς ποιήσεις ζητήσας ἔσω παρὰ σοὶ χίλωμα καὶ δοὺς τῷ κομίζοντί σοι τὴν ἐπιστολὴν ὅτι ἐπιλέλησμαι αὐτὸ ὅτε ἤμην ἐκεῖ. ἄν τις ἔρχηται, πέμψω σοι λαχάνια ὅτι οὗτoς οὐκ ἠδύνατο ἆραι. ἀσπάζου Σύραν καὶ τοὺς φιλοῦντάς σε ἀσπάζεταί σε Παράβολος ἔρρωσο. λα πέμψαι μοι εριοτιου τοιοῦτο χίλωμα τὸ ἄλλο