Ancient Greek
O.Leid. 316
Documentary Papyri, O.Leid. 316
Not analysed yet
…ρις Νεχθανούφιος Ἑριεῦτι …ωτου χαίρειν· ὁμολογῶ ἀπέχειν παρὰ σοῦ τὸν φόρον καὶ τὸν ἐξ ἐκφορίου, ὧν συνεγεώργεις μοι κλήρων μου ἰδιωτικῶν δύο τῶι ζ ἔτει Τιβερίου Καίσαρος Σεβαστοῦ. καὶ οὐδέν σοι ἐγκαλῶ περὶ τῶν προκειμένων κλήρων δύο ,οὗ τοῦ μὲν ἑνὸς τὸν καρπὸν διῃρήμεθα ἐπὶ τῶι θερισμῷ. ἔτους ζ Τιβερίου Καίσαρος Σεβαστοῦ Μεσορὴ ιβ. ἔγραψα Ἀμμώνιος Ἀπολλοδώρου.