Ancient Greek
O.Lund 14
Documentary Papyri, O.Lund 14
Not analysed yet
…καὶ Κασιανὲς Τικῶτι τῇ ἀδελφῇ πολλὰ χαίρειν. πρὸ μὲν πάντων εὐχόμεθά σε ὑγιαίνειν καὶ ἡμεῖς ὑγιαίνομεν μετὰ τῶν κτηνῶν ἡμῶν καὶ τὸ προσκύνημά σου ποιοῦμεν παρὰ τοῖς ἐνθάδε θεοῖς, τὰ …ἡμῶν ἀναμνημίσκου καὶ τὸ προσκύνημα ἡμῶν ποίει ἐχόμενα τῆς κυρίας Λητῶ.