Ancient Greek
O.Mich. 1 91
Documentary Papyri, O.Mich. 1 91
Not analysed yet
Ὡρίων Ἠλίᾳ τῷ ἀδελφῷ χαίρειν. καὶ ἀπόντος μου ἔμαθον τὴν σπουδὴν ἣν ἐποίησας ἡμῖν παρασχὼν ἡμῖν τὰ βοίδια εἰς τὴν σποράν. καλῶς οὖν ποιήσεις, ἄδελφε, συνχωρήσας ἡμῖν αὐτὰ ἄλλας ἡμέρας τρεῖς ,ἕως ἀπαλλάξωμεν. παρήγγειλα δὲ Εὐδαίμονι, ἵνα λάβῃ παρὰ Διονυσίου χόρτον. ἤνωσα γὰρ αὐτὸν δοῦναί μοι. θαρρῶ οὖν, ἄδελφε, ὅτι οὐκ ἀμελεῖς μου. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε. β ἔτους Τῦβι ιη.