Ancient Greek
O.Petr. 290
Documentary Papyri, O.Petr. 147
Not analysed yet
Τιβέριος Κλαύδιος Ἐπαφρόδιτος καὶ Ἀμμώνιος Χαιρήμονος Μιρήσι Νικάνορος χαίρειν παρελάβομεν παρὰ σοῦ ἐπὶ Μυὸς Ὅρμου ἄρτων γόμους ζ οἴνου λαδικηνὰ ἓξ γίνονται ϛ καὶ οἴνου κοιλοπώματα δ καὶ στιππίου τάλαντα γ ἔτους η Νέρωνος τοῦ κυρίου Ἐπεὶφ κη Ἀμμώνιος παρέλαβον Κλαύδιος Ἑρμίας ἀπέχω τὰ τοῦ ἀργυρίου τάλαντα τρία καὶ τετραδράχμων ἀργυρῶν φίσκον ἕνα γίνονται ἀργυρίου τάλαντα γ τετραδράχμων ἀργυρῶν φίσκος α ἔτους η Νέρωνος τοῦ κυρίου Ἐπεὶφ κη ἀπέχω καὶ δέρματα αἴγεια ὀκτὼ καὶ βοικὸν ἕν γίνονται ἀριθμῷ θ καὶ οὐδέν σοι ἐγκαλῶ περὶ τοῦ γόμου τούτου