Ancient Greek
O.Trim. 1 299
Documentary Papyri, O.Trim. 1 299
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Φιλίππωι Σερῆνος χαίρειν. τὸ μάριον ἐλαίου ὅπερ ἠνέχθη ἀπὸ Ψέλθεως πέμψον μοι ἄρτι καὶ λάβε παρὰ Νίνου τὰς ἄλλας τέσσαρας χοέας, ἀλλὰ μὴ ἀμελήσῃς. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.