Ancient Greek
O.Wilb. 18
Documentary Papyri, O.Wilb. 18
Not analysed yet
Καμῆτις πράκτωρ ἀργυρικῶν Παουκαλῆτι Παχνούμιος Παουφθειοῦτος. ἔσχον ὑπὲρ χωματικοῦ καὶ βαλανευτικοῦ Χάρακος ιζ ἔτους, ῥυπαρὰς δραχμὰς ἑπτὰ πεντώβολον χαλκοῦς β γίνονται ῥυπαραὶ δραχμαὶ ζ πεντώβολον χαλκοῖ β. ἔτους ιη Ἁδριανοῦ τοῦ κυρίου Θὼθ α. Καμῆτις σεσημείωμαι.