Ancient Greek
O.Wilck. 2 130
Documentary Papyri, O.Wilck. 130
Not analysed yet
Φλάουιος Εὐτυχὴς ἀπελεύθερος Φλαουίου Πάνσα μισθωτὴς ἱερᾶς πύλης Σοήνης διὰ Σαραπίωνος βοηθοῦ. διέγραψεν Ἁρπαῆσις Φανώφεως μητρὸς Ταχομτβῆκις ὑπὲρ λαογραφίας τοῦ ὀγδόου ἔτους Ἁδριανοῦ Καίσαρος τοῦ κυρίου κατὰ μέρος δραχμὰς δέκα ἑπτὰ ἡμιωβέλιον ,δεσμοῦ ἡμιωβέλιον γίνονται δραχμαὶ ιζ ὀβολὸς. ἔτους θ Ἁδριανοῦ τοῦ κυρίου Χοίακ β.