Ancient Greek
O.Wilck. 2 1581
Documentary Papyri, O.Wilck. 1581
Not analysed yet
Ὧρος πράκτωρ ἀργυρικῶν Χάρακος Τσονεσόντει Κολαμαῦτος διὰ Σενμούθου Διδύμου. ἔσχον ὑπὲρ γεωμετρίας γ ἔτους ῥυπαρὰς δραχμὰς δέκα ἓξ γίνονται δραχμαὶ ιϛ. ἔτους δ Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Ἁθὺρ κϛ. Ἡρακλᾶς σεσημείωμαι. ἄλλας Ἁδριανοῦ ια ὀνόματος τῆς αὐτῆς ὑπὲρ γεωμετρίας γ ἔτους ῥυπαρὰς ἕνδεκα γίνονται δραχμαὶ ια.