Ancient Greek
O.Wilck. 2 194
Documentary Papyri, O.Wilck. 194
Not analysed yet
Τιβέριος Ἰούλιος Λονγεῖνος καὶ Οὐαλέριος Σωκράτους καὶ οἱ σὺν αὐτοῖς ἐπιτηρηταὶ ἱερᾶς πύλης Σοήνης, ἐπακολουθούντων Ἡρακλείδου καὶ Ἰσιδώρου μισθωτῶν διὰ Παταχήμιος βοηθοῦ. διέγραψεν Κᾶσις Πατεπῶτος μητρὸς Θιμεαῦτος χειρωναξίου ϛ ἔτους δραχμὰς δέκα δύο γίνονται δραχμαὶ ιβ. ἔτους ζ Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἁθὺρ γ, θ ὁ αὐτὸς διέγραψεν χειρωναξίου δραχμὰς ὀκτὼ ὀβολοὺς δύο γίνονται δραχμαὶ η διώβολον.