Ancient Greek
O.Wilck. 2 587
Documentary Papyri, O.Wilck. 587
Not analysed yet
Σωτὴρ καὶ Αἰλουρίων πράκτορες ἀργυρικῆς Χάρακος Σενφαήρει Παναμέως. ἔσχομεν ὑπὲρ γεωμετριάς κβ ἔτους τοῦ καὶ α ἔτους ῥυπαρὰς δραχμὰς ὀκτὼ γίνονται ῥυπαραὶ δραχμαὶ η. ἔτους β Τίτου Αἰλίου Ἀντωνίνου Καίσαρος τοῦ κυρίου Θὼθ β. Ἀμενώθης σεσημείωμαι. Αἰλουρίων σεσημείωμαι δραχμὰς η. ἄλλαι Φαῶφι ι ὀνόματος τῆς αὐτῆς ὁμοίως ὑπὲρ γεωμετρίας α ἔτους ῥυπαρὰς δραχμὰς τέσσαρας γίνονται δραχμαὶ δ. Αἰλουρίων διὰ Ὥρου βοηθοῦ σεσημείωμαι. Ἀμενώθης σεσημείωμαι. ἄλλαι κα ὀνόματος τῆς αὐτῆς ὁμοίως ῥυπαρὰν δραχμὴν α ὀβολὸν, καὶ ὀνόματος Πετενοβ Ψεναμούνιος ὑπὲρ γεωμετρίας α ἔτους ῥυπαροὺς τετρώβολον. Αἰλουρίων διὰ Ὥρου βοηθοῦ σεσημείωμαι. Ἀμενώθης σεσημείωμαι.