Ancient Greek
O.Wilck. 2 769
Documentary Papyri, O.Wilck. 769
Not analysed yet
Βάκχιος ὁ παρὰ Ἐπωνύχου Σωσιβίωι Ἁρβήχιος χαίρειν. ὁμολογῶ ἀπεσχηκέναι παρὰ σοῦ ἃς ὤφειλες αὐτῶι Ἐπωνύχωι Φατρείους ἐπʼ ὀνόματος Ἐπικράτου τοῦ Ἀμμωνίου κατὰ διαγραφὴν πυροῦ καθαροῦ ἀρτάβας τρεῖς γίνονται πυροῦ ἀρτάβαι γ, ἀκολούθως τῆι διαγραφῇ καὶ οὐδέν σοι ἐνκαλῶι. ἔτους α Γαίου Καίσαρος Γερμανικοῦ Νέου Σεβαστοῦ Αὐτοκράτορος Παῦνι κη.