Ancient Greek
O.Wilck. 2 804
Documentary Papyri, O.Wilck. 804
Not analysed yet
μέτρημα θησαυροῦ μητροπόλεως γενήματος ιγ ἔτους Τραιανοῦ τοῦ κυρίου Παχὼν κϛ ὀνόματος Ἑρμίου Μαρίου καὶ Ἀπολλωνίου υἱοῦ πυροῦ ἀρτάβας πέντε ,καὶ ὀνόματος Διοσκόρου Ἀμωνίου καὶ Ἀπολλοδώρου ἀδελφοῦ πυροῦ ἀρτάβας δέκα γίνονται πυροῦ ἀρτάβαι ιε. Πεκῦσις σεσημείωμαι.