Ancient Greek
O.Wilck. 2 92
Documentary Papyri, O.Wilck. 92
Not analysed yet
Ἀμμώνιος καὶ Πετορζμῆθις πράκτορες ἀργυρικῶν Σοήνης. διέγραψεν Ζμετπῶς Ἁρπαήσεως μητρὸς Σεντιθοήους Δακικοῦ ποταμοῦ καὶ μισθοῦ ποταμοφυλακίδος ιζ ἔτους Τραιανοῦ Καίσαρος τοῦ κυρίου ἀργυρίου δραχμὰς ἓξ ὀβολοὺς πέντε, γίνονται δραχμαὶ ϛ πεντώβολον. ἔτους ιζ Τραιανοῦ Καίσαρος τοῦ κυρίου Φαμενωθ κε. Νιγρῖνος σεσημείωμαι. Παχομπρῆτις σεσημείωμαι.