Ancient Greek
P.Aberd. 23
Documentary Papyri, P.Aberd. 23
Not analysed yet
…ι στρατηγῷ Ἀρσινοΐτου Ἡρακλείδου μερίδος παρὰ Ἀμμωνίου Ἁρπαγάθου καὶ μετόχων σιτολόγων κώμης …ς. ἐμετρήθησαν ἡμῖν ἐν θησαυρῷ τῆς προκειμένης κώμης τῇ κη τοῦ Ἁδριανοῦ μηνὸς τοῦ ἐνεστῶτος ιβ ἔτους Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου ἀπὸ γενήματος τοῦ διεληλυθότος ια ἔτους πυροῦ ἀρτάβαι εἴκοσι . ἔτους ιβ Αὐρηλίου Ἀντωνείνου Καίσαρος τοῦ κυρίου Ἁδριανοῦ κη.