Ancient Greek
P.Aberd. 56
Documentary Papyri, P.Aberd. 56
Not analysed yet
ἔτους ἑκκαιδεκάτου Αὐτοκράτορος Καίσαρος Μάρκου Αὐρηλίου Ἀντωνείνου Σεβαστοῦ Ἀρμενιακοῦ Μηδικοῦ Παρθικοῦ Γερμανικοῦ Σαρματικοῦ Μεγίστου Μεσορὴ ιθ ἐν Πτολεμαίδι Εὐεργέτιδι τοῦ Ἀρσινοείτου νομοῦ. ὁμολογεῖ Τασαραπίων Ἡρακλείδου τοῦ Ζωίλου μητρὸς Ἀφροδισίας ἀπὸ ἀμφόδου Μοήρεως ὡς ἐτῶν λ παράστραβος Ἀχιλλεῖ τῷ καὶ Ἰσχυρίωνι τῶν ἐξηγητευκότων ἀπὸ ἀμφόδου Φρεμεὶ ὡς ἐτῶν ξγ ἀσήμῳ ἔχειν παραχρῆμα τὴν Τασαραπίωνα παρὰ τοῦ Ἀχιλλέως τοῦ καὶ Ἰσχυρίωνος χρῆσιν ἀργυρίου δραχμὰς διακοσίας ἐφʼ ᾧ παραμενεῖν αὐτὴν ἐν τῇ τοῦ Ἀχιλλέως τοῦ καὶ Ἰσχυρίωνος οἰκίᾳ ποιοῦσαν πάντα τὰ ἐπιτασσόμενα ἀπὸ μηνὸς Θὼθ α τοῦ εἰσιόντος ιζ ἔτους λαμβάνουσαν τροφὴν καὶ ἱματισμόν…