Ancient Greek
P.Abinn. 16
Documentary Papyri, P.Abinn. 16
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἀβιννέῳ Σαβικᾶς πραιπόσιτος χαίρειν. πρὸ μὲν πάντων εὔχομαι τῷ κυρίῳ περὶ τῆς ὁλοκληρίας σου. γιγνώσκειν σε θέλω, ἄδελφε, διὰ τοὺς χαλκεῖς. ἀπέστειλά σοι δὲ τοὺς διαφέροντάς μοι …ωναν καὶ Παενβοῦν τεχνίτας πρὸς τὴν ἐκκοπὴν τῶν ξύλων ἵνα δυνασθῶσιν τὰ ἔργα τῆς Βιξιλλατίωνος ἐκτελέσαι. γράφω σοι δὲ βοηθείαν παρασχεῖν αὐτοῖς πρὸς τὴν ἐκκοπὴν τῶν ξύλων καὶ μή τινα ἐπιτρέψῃς βίαν αὐτοῖς ποιεῖν ἀλλὰ μετὰ πάσης τιμῆς καὶ εὐταξίας, μάλιστα δὲ προσχαριζόμενος ἐμοὶ τὰ μέγιστα, καὶ ἀντίγραψον περὶ ὧν βούλῃ. τὸ πιττάκιον ὃ ἔδωκας νίτρου μοδίους δεκαπέντε καὶ καππαρίων ὁσονδήποτε ἐποίησας εἰς πιττάκιον ἀπόστειλόν μοι αὐτὰ ἐν τάχει. et te per multos annos bene valere.