Ancient Greek
P.Abinn. 18
Documentary Papyri, P.Abinn. 18
Not analysed yet
κυρίῳ μου ἀδελφῷ Ἀβινναίῳ …Χαιρήμων. οὐ καλῶς ποιεῖς τοιαῦτα πράττων ἀλλὰ ὑπομένεις κίνδυνον κακουργῶν συνλημφθῆναι. ἐπὶ τῆς Θεοξενίδος ἀπέστειλας τοὺς στρατιώτας τοὺς ὑπό σε καὶ ἀπέσπασας σας αὐτοὺς ἀδικημάτων τοσούτων γεναμένων ἐν τῇ κώμῃ. οἶδας γὰρ ὅτι ἡ οἰκία τοῦ Ἁτρῆ ἐσυλήθη, ἔχοντος αὐτοῦ καὶ τοσαῦτα ἀλλότρια ἐν παραθέσει· καὶ ἀπελασίαι κτηνῶν γεγόνασιν, καὶ οὐκ ἐπέτρεψας ἐξέτασιν αὐτῶν γενέσθαι, ἀλλὰ ἥρπαξας αὐτοὺς ὡς ἐν ἀνομίᾳ· μὰ τὸν γὰρ θεὸν ἢ τούτους ἀπόστειλον ἵνα γνῶμεν τὰ πραχθέντα ὑπὸ αὐτῶν ἢ πάντες οἱ ἀπὸ τοῦ βουλευτηρίου ἀνανέγκωμεν ἐπὶ τὸν δεσπότην μου τὸν δοῦκα περὶ τούτου. καὶ γὰρ οἱἀπὸ ἐποικίου Κτήσεως ἔνγραφα ἐπιδεδώκασιν καί ἐμοὶ καὶ Ἀτάμμωνι τῷ πραιποσίτῳ αὐτῶν κατʼ ἐσοῦ· λοιπὸν ὃ οἶδας σύμφορόν σοι εἶναι ποίησον, καὶ εἰ θέλεις ἀποστεῖλαι ἢ οὐ, σὺ ἂν εἰδείης. ἐρρῶσθαί σʼ εὔχομαι, κύριε ἄδελφε.