Ancient Greek
P.Abinn. 21
Documentary Papyri, P.Abinn. 21
Not analysed yet
κυρίῳ μου πατρὶ Ἀμινναίῳ Ἀλύπιος. χαρτίον καθαρὸν μὴ εὑρὼν πρὸς τὴν ὥραν εἰς τοῦτο ἔγραψα. καλῶς ποιήσεις, κύριε πάτερ, ἀπαιτῆσαι Ἀσκληπιάδην ἅπερ χρεωστεῖ μοι νομισμάτια δύο καὶ ἀποστείλῃς μοι ἐπὶ τῆς πόλεως· καὶ παράσχου Ζακάωνι σίτου ἀρτάβας δύο καὶ ὅταν λικμήσω τὰς ἴσας λαμβάνεις παρὰ τοῦ αὐτοῦ Ζακάωνος. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις.