Ancient Greek
P.Abinn. 30
Documentary Papyri, P.Abinn. 30
Not analysed yet
τῷ δεσπότῃ μου Ἀβιννέῳ Ζάναθος· εὐκαιρίαν εὑρὼν κύριέ μου ἄδελφε ἔσπευσα προσαγορεῦσαί σου τὴν ἀμίμητον καλοκαγαθίαν ὡς ἀληθῶς ἀσύνκριτον. ἔπειτα γιγνώσκειν σε θέλω τῶν καμήλων τοῦ ἀδελφοῦ μου Πολυχρονίου ἀπαντούντων πρὸς τὴν σὴν εὐγενίαν ὡς ἀπὸ ἐμοῦ ἀπεσταλμένα ὡς προεῖπον πρὸς Πολυχρόνιον ἐν Ἀλεξανδρίᾳ μετὰ φορᾶς οἴνου ἵνα ξένιν διδῇ τῷ δεσπότῃ μου τῷ κόμιτι ἵνα αὐτὰ θρέψῃς, τὰ μέγιστά μοι χαριζόμενος. περὶ δὲ τοῦ εἴδους οἶδας καὶ σὺ ὅτι ἐν Ἀλεξανδρίᾳ ἀπαντῶ καὶ χρείαν ἔχω· περὶ πολλῶν γὰρ ἐξετάζομαι. ἀπόστειλον οὖν τὸ χρυσάφιν· εἰ δὲ μήγε γράψον μοι καὶ ἐξ αὐτοῦ τοῦ εἴδους εὔνομα διοικῆσαι. ἐρρῶσθαί σʼ εὔχομαι. περὶ δὲ ὧν βούλει κέλευέ μοι ἡδέως ποιοῦντι. ἀσπάζομαι τὸν ἀβάσκαντὸν σου οἶκον καὶ τὰ ἀβάσκαντα σου παιδία. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις. τῷ δεσπότῃ μου Ἀβιννέῳ