Ancient Greek
P.Abinn. 32
Documentary Papyri, P.Abinn. 32
Not analysed yet
τῷ δεσπότῃ μου καὶ ἀγαπητῷ ἀδελφῷ Ἀβιννέῳ πραιποσίτῳ Κάορ πάπας Ἑρμοῦ πόλεως χαίρειν. ἀσπάζομαι τὰ παιδία σου πολλά. γινώσκειν σε θέλω, κύριε, περὶ Παύλου τοῦ στρατιώτου περὶ τῆς φυγῆς συνχώρησε αὐτῷ τοῦτο τὸ ἅπαξ ἐπειδὴ ἀσχολῶ ἐλθεῖν πρὸς σὲ αὐταὶ ἡμέραι. καὶ πάλιν ἄν μὴ παύσεται ἔρχεται εἰς τὰς χεῖράς σου ἄλλο ἅπαξ. ἐρρῶσθαί σε εὔχομαι πολλοῖς χρόνοις, κύριέ μου ἄδελφε.