Ancient Greek
P.Abinn. 34
Documentary Papyri, P.Abinn. 34
Not analysed yet
τῷ δεσπότῃ μου καὶ πάτρωνι πραιποσίτῳ ἡ μήτηρ τοῦ Μουσῆ. ἔπεμψας ἐπὶ Ἥρωνα, κύριε πάτρων. ἀπῆλθεν οὖν μετὰ τῶν βαρβάρων. μετὰ τὸν θεὸν οὐδένα ἔχομεν ἡμεῖς βοηθὸν ὑμῶν. ἔπεμψά σοι οὖν, κύριέ μου, τὸν Ἀθιόειν· ἀξιῶ τοὺς πόδας σου, κύριε πάτρων, ἐπειδὴ οἶδας καὶ σὺ ὅτι αἱ πέντε ἡμέραι ὁ ἐνιαυτὸς ὅλος εἰσί, ἀξιῶ σε καὶ παρακαλῶ σε, κύριε, ἵνα συνχωρήσῃς αὐτῷ τᾶς ὀλίγας ἡμέρας. εἴ τι κελεύεις, κύριε, εἶπον τῷ Ἀθιόει. ἐρρῶσθαί σε εὔχομαι, κύριε πάτρων.