Ancient Greek
P.Abinn. 42
Documentary Papyri, P.Abinn. 42
Not analysed yet
ὑπομνηστικὸν Ῥωμανοῦ δουκηναρίου πρὸς τὸν κοντουβερνάλιον Γελάδιον ἀπερχόμενον εἰς τὸν Ἀρσινοείτην· ὥστε ἀναζητήσῃς ἐν τῇ πόλει Κρόνιον κουρέα οἰκοῦντα ἐκεῖσε, καὶ ἀπαιτήσῃς αὐτὸν τὸ ἀργύριον τῶν ἀλλοτρίων ἐνεχύρων ὑπὲρ ὧν ἔθηκεν καὶ ἔσχεν ἀργυρίων μυριάδας ἑβδομήκοντα διὰ τὸ ἐσχηκέναι αὐτὸν ἐν τῇ Λύκων καὶ φυγῇ ἐχρήσατο· εἰ δὲ ἀντιλέγει περὶ τὴν ἀπόδοσιν τοῦ ἀργυρίου παράσχου τὴν χεῖρα τῷ κυρίῳ μου καὶ ἀδελφῷ πριμικῆρι τῆς οὐιξιλλατίωνος καὶ σιδηρῶσαι αὐτὸν καὶ παραδώσῃ σοιδιὰ τὸ καὶ ἐνταῦθα εὑρέθη πωλήσας καμήλια κλεψιμαῖα, καὶ ἐνταῦθα κατέχεται ἡ γυνή. ἀλλʼ ὅρα μὴ ἀμελήσῃς. ἐρρῶσθαί σε εὔχομαι, ἄδελφε. ὑπομνηστικὸν Ῥωμανοῦ δουκηναρίου πρὸς Γελάδιον κοντουβερνάλιον