Ancient Greek
P.Abinn. 45
Documentary Papyri, P.Abinn. 45
Not analysed yet
Φλαουίῳ Ἀβινναίῳ ἐπάρχῳ εἴλης στρατιωτῶν κάστρων Διονυσιάδος παρὰ Φλαουίου Πρίσκου οὐετρανοῦ τῶν ἐντίμως ἀπολελυμένων καὶ Ἀλίας γυναικὸς Ἥρωνος στρατιώτου ἐν τῷ ἱερῷ κωμιτάτῳ γεουχοῦντος ἐν κώμῃ Φιλαγρίδι. κατὰ τὴν πέμπτην καὶ εἰκάδα τοῦ παρόντος μηνὸς Παῦνι, κύριε, ἐμοῦ μὴ παρόντος ἀλλὰ τῆς γυναικὸς μόνης μενούσης ἐν τῇ οἰκίᾳ, τινὲς κακοῦργοι νυκτὸς λῃστρικῷ τρόπῳ ἐπῆλθαν τῇ οἰκίᾳ καὶ ὑπόρυγμα πεποιηκότες καὶ εἴ τι καὶ ἐγὼ αὐτὸς καὶ ἡ γυνὴ ἐβάσταξαν. διὰ αὐτὸ τοῦτο ἀξιῶ καὶ δέομαί σου τῆς φιλανθρωπίας ὅπως τοὺς τῆς κώμης δημοσίους συλλαβόμενος καταναγκάσῃς αὐτοὺς τοὺς τὴν σύλησιν πεποιηκότας σοι παραστῆσαι, εἶτα τὰ γραφέντα ὑφʼ ἡμῶν εἰς γνῶσιν τοῦ κυρίου ἡμῶν δουκὸς ἀνενέγκῃς· αὐτοῦ γάρ ἐστιν τοὺς τὰ τοιαῦτα τολμῶντας ἐκδικεῖν. καὶ τοῦτου τυχόντες χάριτά σοι ὁμολογήσομεν, κύριε. διευτύχει. Φλαούιος Πρίσκος καὶ Ἀλία ἐπιδεδώκαμεν. ὑπατείας Φλαουίου Πλακίδου καὶ Φλαουίου Ῥομύλου τῶν λαμπροτάτων, Παῦνι κθ.