Ancient Greek
P.Abinn. 50
Documentary Papyri, P.Abinn. 50
Not analysed yet
Φλαουίῳ Ἀμειναίᾳ πραιποσίτῳ κάστροις Διονυσιάδος παρὰ Αὐρηλίου Ἀντέως διευμ…μ…α ἀπὸ κώμης Ναρμούθεως. τὰς ἐπὶ τῶν τόπων γιγνομένας ἁρπαγὰς καὶ πλεονεξίας ὑπὸ τῶν δυνατωτέρων ἀνθρώπων εἴωθεν ἀνακόπτειν ἡ σὴ ἀνδρεία, πραιπόσιτε κύριε. ἐπειδὴ, κύριε, κέκτημαι ἀρούρας ἀσπόρους ἓξ καὶ μὴ εὐποροῦμαι σῖτον εἰς τὰ μετρήματα αὐτῶν ἐγεώργησα ἀρούρας ἐν κώμῃ Μαγαίδι μετʼ Ἀιῶνος Ἀβῶτος ἀπὸ τῆς αὐτῆς κώμης …τὰ μετρήματα ὑπὲρ ἧς κέκτημαι ἀρούρας καθὼς προεῖπον δικαι… ὁ αὐτὸς Ἀιῶν μετὰ τὸ λικμῆσαί με τὰς ἁλωνίας ἀφήρπασεν τὸν ἐμὸν σῖτον καὶ εἰς τὸ ἴδιον ἑαυτοῦ ἀπήγαγεν καὶ τὸ ἡμέτερόν μου ἥμισυ μέρος ἀφήρπασεν. οὐ μόνον δὲ τοῦτο ἀλλʼ ἐγεώργησα ἄλλας ἀρούρας ἀπὸ ἑτέρου ὀνόματος ἀπὸ τῆς αὐτῆς κώμης καὶ ἐλίκμησα πάλιν …το…αν αὐτη… ὁ θαυμαστὸς Ἀιῶν ἀφήρπασεν τὸν ἐμὸν σῖτον …η…κειμενον α…τω τυραννικῷ τρόπῳ …μ… Ἀβῶς …ἔχων τὸν φοβον θεοῦ …μηδέ σου τοῦ ἐμοῦ κυρίου ἀλλὰ θαρσῶν τοῖς ἐμοῖς πράγμασι καὶ τῇ κακοτροπίᾳ ἐμαυτοῦ, ὅθεν …οιτασαπτ… παρά σοι …ο …ε…νω την περαλα ἵνʼ εἰ δοκεῖ σοι δο…σῃς ιστ…αχθῆναι ἐπί σε τὸν προειρημένον Ἀιῶνα καὶ ἐπαναγκάσῃς αὐτὸν ἀποδοῦναί μοι τὴν μοῖραν μου καὶ …καὶ ἅμα ἐγὼ δυνηθῶ εὐπορεῖσθαι ἀπὸ ἄλλης …το …σῖτον ὑπὲρ ἧς κέκτημαι ἀρούρας. ὑπατείας τῶν δεσποτῶν ἡμῶν Κωνσταντίου τὸ δ καὶ Κώνσταντος τὸ γ Αὐγούστων Μεσορὴ ϛ. ……ον …νκουαπι…